TLG 1523 003 :: MYRON :: Fragmenta MYRON Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 461. frr. 1–2 Citation: Fragment — (line) | ||
t1-2 | ΜΕΣΣΗΝΙΑΚΑ. E LIBRO SECUNDO. | |
1 | Athenaeus XIV: Ὅτι δὲ τοῖς εἵλωσιν ὑβριστικῶς πάνυ ἐχρῶντο Λακεδαιμόνιοι καὶ Μύρων ὁ Πριηνεὺς ἱστορεῖ, ἐν δευτέρῳ Μεσσηνιακῶν γράφων οὕτως· «Τοῖς δ’ εἵλωσι πᾶν ὑβριστικὸν ἔργον ἐπιτάτ‐ | |
5 | τουσι πρὸς πᾶσαν ἄγον ἀτιμίαν. Κυνῆν τε γὰρ ἕκαστον φορεῖν ἐπάναγκες ὥρισαν καὶ διφθέραν περιβεβλῆσθαι, πληγάς τε τεταγμένας λαμβάνειν κατ’ ἐνιαυτὸν ἀδική‐ ματος χωρὶς, ἵνα μήποτε δουλεύειν ἀπομάθωσι. Πρὸς δὲ τούτοις, εἴ τινες ὑπερακμάζοιεν τὴν οἰκετικὴν ἐπι‐ | |
---|---|---|
10 | φάνειαν, ἐπέθηκαν ζημίαν θάνατον, καὶ τοῖς κεκτημένοις ἐπιτίμιον, εἰ μὴ ἐπικόπτοιεν τοὺς ἁδρουμένους. Καὶ παραδόντες αὐτοῖς τὴν χώραν, ἔταξαν μοῖραν, ἣν αὐτοῖς ἀνοίσουσιν ἀεί.» | |
2 | Idem VI: Μύρων δ’ ὁ Πριηνεὺς ἐν δευ‐ τέρῳ Μεσσηνιακῶν «Πολλάκις (φησὶν) ἠλευθέρωσαν Λακεδαιμόνιοι δούλους, καὶ οὓς μὲν ἀφέτας ἐκάλεσαν, οὓς δὲ ἀδεσπότους, οὓς δὲ ἐρυκτῆρας, δεσποσιοναύτας | |
5 | δ’ ἄλλους, οὓς εἰς τοὺς στόλους κατέτασσον· ἄλλους δὲ | |
νεοδαμώδεις, ἑτέρους ὄντας τῶν εἱλώτων.» | 461 |